Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.142 Joseph. AJ 6.146 (English) >>Joseph. AJ 6.150

6.144 δὲ τὴν συγγνώμην οὐκ ἐπένευσεν εἰς τὸν Σαοῦλον αἰτουμένῳ τῷ προφήτῃ λογισάμενος οὐκ εἶναι δίκαιον ἁμαρτήματα χαρίζεσθαι παραιτήσει· οὐ γὰρ ἐξ ἄλλου τινὸς φύεσθαι μᾶλλον τοῦ μαλακίζεσθαι τοὺς ἀδικουμένους· θηρωμένους γὰρ δόξαν ἐπιεικείας καὶ χρηστότητος λανθάνειν αὐτοὺς ταῦτα γεννῶντας. 6.145ὡς οὖν ἀπεῖπεν θεὸς τῇ τοῦ προφήτου δεήσει καὶ δῆλος ἦν μεταμελόμενος, ἅμʼ ἡμέρᾳ Σαμουῆλος εἰς Γάλγαλα παραγίνεται πρὸς Σαοῦλον· θεασάμενος δʼ αὐτὸν βασιλεὺς προστρέχει καὶ κατασπασάμενοςτῷ θεῷ, φησίν, εὐχαριστῶ δόντι μοι τὴν νίκην, ἅπαντα 6.146μέντοι γε τὰ κελευσθέντα ὑπʼ αὐτοῦ πέπρακται.” Σαμουῆλος δὲ πρὸς τοῦθʼ ὑπολαβὼνπόθεν οὖν ἀκούω θρεμμάτων, εἶπε, καὶ ὑποζυγίων βοῆς ἐν τῷ στρατοπέδῳ;” δὲ τὸν λαὸν ταῦτʼ εἰς θυσίας ἀπεκρίνατο τετηρηκέναι· τὸ μέντοι γε τῶν Ἀμαληκιτῶν γένος πᾶν ἐξηφανίσθαι κατὰ τὴν ἐντολὴν καὶ περιλείπεσθαι ἄλλον μηδένα, πρὸς δʼ αὐτὸν ἀγαγεῖν μόνον τηρήσαντα αὐτῶν τὸν βασιλέα, περὶ οὗ τί δεῖ ποιεῖν βουλεύσεσθαι πρὸς ἀλλήλους ἔφασκεν. 6.147 δὲ προφήτης οὐχὶ θυσίαις ἔλεγεν ἥδεσθαι τὸ θεῖον, ἀλλὰ τοῖς ἀγαθοῖς καὶ δικαίοις. οὗτοι δέ εἰσιν οἱ τῇ βουλήσει καὶ ταῖς ἐντολαῖς αὐτοῦ κατακολουθοῦντες καὶ μηδὲν ἄλλο πραχθήσεσθαι καλῶς ὑφʼ ἑαυτῶν νομίζοντες ὅτι ἂν ποιήσωσι τοῦ θεοῦ κεκελευκότος· καταφρονεῖσθαι γὰρ οὐχ ὅταν αὐτῷ μὴ θύῃ τις, ἀλλʼ ὅταν ἀπειθεῖν δοκῇ.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.142 Joseph. AJ 6.146 (English) >>Joseph. AJ 6.150

Powered by PhiloLogic